Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.206 Joseph. AJ 2.211 (English) >>Joseph. AJ 2.216

2.209καὶ οἱ μὲν ἦσαν ἐν τούτῳ τῷ κακῷ· κρατήσειε δʼ ἂν οὐδεὶς τῆς τοῦ θεοῦ γνώμης οὐδὲ μυρίας τέχνας ἐπὶ τούτῳ μηχανησάμενος· τε γὰρ παῖς, ὃν προεῖπεν ἱερογραμματεύς, τρέφεται λαθὼν τὴν τοῦ βασιλέως φυλακὴν καὶ ἀληθὴς ἐπὶ τοῖς ἐξ αὐτοῦ γενησομένοις προειπὼν εὑρέθη. γίνεται δʼ οὕτως. 2.210

Ἀμαράμης τῶν εὖ γεγονότων παρὰ τοῖς Ἑβραίοις, ὡς δεδιὼς ὑπὲρ τοῦ παντὸς ἔθνους, μὴ σπάνει τῆς ἐπιτραφησομένης νεότητος ἐπιλείπῃ, καὶ χαλεπῶς ἐπʼ αὐτῷ φέρων, ἐκύει γὰρ αὐτῷ τὸ γύναιον, ἐν ἀμηχάνοις ἦν, 2.211πρὸς ἱκετείαν τοῦ θεοῦ τρέπεται παρακαλῶν οἶκτον ἤδη τινὰ λαβεῖν αὐτὸν ἀνθρώπων μηδὲν τῆς εἰς αὐτὸν θρησκείας παραβεβηκότων δοῦναί τʼ ἀπαλλαγὴν αὐτοῖς ὧν παρʼ ἐκεῖνον ἐκακοπάθουν τὸν καιρὸν καὶ τῆς ἐπʼ ἀπωλείᾳ τοῦ γένους αὐτῶν ἐλπίδος. 2.212 δὲ θεὸς ἐλεήσας αὐτὸν καὶ πρὸς τὴν ἱκεσίαν ἐπικλασθεὶς ἐφίσταται κατὰ τοὺς ὕπνους αὐτῷ καὶ μήτε ἀπογινώσκειν αὐτὸν περὶ τῶν μελλόντων παρεκάλει τήν τε εὐσέβειαν αὐτῶν ἔλεγε διὰ μνήμης ἔχειν καὶ τὴν ὑπὲρ αὐτῆς ἀμοιβὴν ἀεὶ παρέξειν, ἤδη μὲν καὶ τοῖς προγόνοις αὐτῶν δωρησάμενος τὸ γενέσθαι τοσοῦτον πλῆθος αὐτοὺς ἐξ ὀλίγων. 2.213καὶ Ἅβραμον μὲν μόνον ἐκ τῆς Μεσοποταμίας εἰς τὴν Χαναναίαν παραγενόμενον εὐδαιμονῆσαι τά τε ἄλλα καὶ τῆς γυναικὸς αὐτῷ πρὸς γονὴν ἀκάρπως ἐχούσης πρότερον ἔπειτα κατὰ τὴν αὐτοῦ βούλησιν ἀγαθῆς πρὸς τοῦτο γενομένης τεκνῶσαι παῖδας καὶ καταλιπεῖν μὲν Ἰσμαήλῳ καὶ τοῖς ἐξ αὐτοῦ τὴν Ἀράβων χώραν, τοῖς δʼ ἐκ Κατούρας τὴν Τρωγλοδῦτιν, Ἰσάκῳ δὲ τὴν Χαναναίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.206 Joseph. AJ 2.211 (English) >>Joseph. AJ 2.216

Powered by PhiloLogic